Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.122 Joseph. AJ 10.127 (English) >>Joseph. AJ 10.132

10.125ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει, θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις· 10.126ταῦτα δὲ αὐτῷ τὸν θεὸν διʼ αὐτοῦ προφητεύειν ἔλεγεν, εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν, μήτε τὸν ναὸν ἐμπρησθέντα γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς. 10.127 δὲ ταῦτʼ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα, δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους, μὴ διαβληθεὶς ὑπʼ αὐτῶν τῷ βασιλεῖ κολασθῇ. 10.128παρεθάρσυνε δὲ αὐτὸν προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν· οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ. 10.129καὶ τὸν μὲν Ἱερεμίαν ταῦτʼ εἰπόντα βασιλεὺς ἀπέλυσεν προστάξας αὐτῷ πρὸς μηδένα τῶν πολιτῶν ἐξενεγκεῖν τὰ δόξαντʼ αὐτοῖς, ἀλλὰ μηδὲ τοῖς ἡγεμόσιν, εἰ μαθόντες αὐτὸν ὑπʼ αὐτοῦ μετάπεμπτον γεγονέναι πυνθάνονται τί κληθεὶς εἴποι πρὸς αὐτόν, φράζειν τι τούτων, ἀλλὰ σκήπτεσθαι πρὸς αὐτούς, ὅτι δεηθείη μὴ ἐν δεσμῷ τυγχάνειν καὶ φυλακῇ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.122 Joseph. AJ 10.127 (English) >>Joseph. AJ 10.132

Powered by PhiloLogic